January 14, 2012

The Beast within


Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν,
καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς
καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν,
καὶ κόψονται ἐπ' αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς.

...

Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν·
καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης·
Ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων,
καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται,
καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται,
καὶ ἐξαλείψει ἀπ' αὐτῶν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν,
καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι,
οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι·
ὅτι τὰ πρῶτα ἀπῆλθον

...

ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
ὁ νικῶν, ἔσται αὐτῷ ταῦτα,
καὶ ἔσομαι αὐτῷ Θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός.

τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις
καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι
τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ ἐν πυρὶ καὶ θείῳ

2 σχόλια/comments:

Hfaistiwnas said...

Πολύ ωραίο κομμάτι, αν και πρέπει να προσέξεις τα λόγια πάρα πολύ.. ευτυχώς τα παραπάνω είναι ελληνικά κάπου τα άκουσα να τα λέει..
Καλημέρα!!!

KelK said...
This comment has been removed by the author.

Categories